Luke 3:2-16

2ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. 3καὶ ἦλθεν εἰς
 πᾶσαν = WH Treg: || πᾶσαν τὴν = NA/NIV RP
πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν,
4ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ
 προφήτου = WH Treg NA/NIV: || προφήτου λέγοντος = RP
προφήτου· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
5πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς
 εὐθείαν = NA/NIV RP: || εὐθείας = WH Treg
εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
6καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ.

7Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 9ἤδη δὲ καὶ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

10Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· Τί οὖν
 ποιήσωμεν = WH Treg NA/NIV: || ποιήσομεν = RP
ποιήσωμεν;
11ἀποκριθεὶς δὲ
 ἔλεγεν = WH Treg NA/NIV: || λέγει = RP
ἔλεγεν αὐτοῖς· ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ἔχων βρώματα ὁμοίως ποιείτω.
12ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, τί
 ποιήσωμεν = WH Treg NA/NIV: || ποιήσομεν = RP
ποιήσωμεν;
13 δὲ εἶπεν πρὸς αὐτούς· Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. 14ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες·
 Τί ποιήσωμεν καὶ ἡμεῖς = WH Treg NA/NIV: || Καὶ ἡμεῖς τί ποιήσομεν = RP
Τί ποιήσωμεν καὶ ἡμεῖς ⸃; καὶ εἶπεν
 αὐτοῖς = WH Treg NA/NIV: || πρὸς αὐτούς = RP
αὐτοῖς· Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.

15Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη χριστός, 16ἀπεκρίνατο
 λέγων πᾶσιν ὁ Ἰωάννης = WH NA/NIV: || ὁ Ἰωάννης ἅπασιν λέγων = Treg RP
λέγων πᾶσιν Ἰωάννης ⸃· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·
Copyright information for SBLG